Ancient Greek
Book 20, VIII, 38. Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.53
Not analysed yet
καὶ τούτῳ δ’ ἄν τις ἀντιλέγοι φάσκων ὅτι τὸ μὲν »Πᾶς ὁ ἀκούσας »παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμὲ« ἐμφαίνει πάντως ἔρχεσθαι πρὸς τὸν σωτῆρα τὸν ἀκούσαντα παρὰ τοῦ πατρὸς καὶ μεμαθηκότα παρ’ αὐτοῦ· τὸ δὲ »Καὶ ὑμεῖς οὖν ἃ ἠκούἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε« ἀπαγγελλόμενον πρὸς τοὺς ξητοῦντας ἀποκτεῖναι τὸν υἱὸν τοῦ θεοῦ Ἰουδαίους, οἷς καὶ ὡς μηδέπω οὖσιν τέκνοις τοῦ Ἀβραὰμ λέγεται τὸ »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, παρίστησιν τὸ μηδέπω |τούτους καρποὺς ἔχειν τοῦ ἐληλυθέναι πρὸς τὸν σωτῆρα· πρὸς δὲ τὸν οὕτως ἀντιλέγοντα ἀπαντήσεταί τις, μὴ ταὐτὸν εἶναι φάσκων τὸ »Πᾶς ὁ »ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθών« τῷ »Καὶ ὑμεῖς οὖν ἃ »ἠκούσατε παρὰ τοῦ πατρός«· ὁ μὲν γὰρ πρὸς τῷ ἀκοῦσαι παρὰ τοῦ πατρὸς μαθὼν πάντως ἔρχεται πρὸς τὸν σωτῆρα· οἱ δὲ ἀκούσαντες μὲν μὴ πάντως δὲ καὶ μεμαθηκότες οὐδέπω τέκνα εἰσὶν τοῦ Ἀβραάμ.