Ancient Greek · ~2 min
20.51 to 20.52
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.51-52
Not analysed yet
ἕτερος 〈δὲ〉 συγχρώμενος καὶ τῷ »Πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ »μαθὼν ἔρχεται πρός με· οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν »παρὰ τῷ πατρί, οὗτος ἑώρακε τὸν πατέρα« ἐρεῖ ὅτι εἰσίν τινες τῶν ἐνσωματουμένων ψυχῶν πρὶν εἰς γένεσιν ἐλθεῖν μεμαθητευμέναι παρὰ τῷ πατρὶ καὶ ἀκούσασαι αὐτοῦ, αἵτινες καὶ ἔρχονται πρὸς τὸν σωτῆρα, ἐξ ὧν ἦσαν καὶ οἱ νῦν ἐξεταζόμενοι πεπιστευκότες αὐτῷ Ἰουδαῖοι, πρὸς οὓς ἔλεγεν· »Ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖπε«· καὶ ἐρεῖ ὅτι οὗτοί εἰσιν οἱ καὶ καλούμενοι σπέρμα Ἀβραάμ.