Ancient Greek · ~4 min
20.6.40 to 20.6.44
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.6.40-44
Not analysed yet
Ἐοίκασιν δὲ οὗτοι, πρὸς οὓς ὁ λόγος, μὴ χωρεῖν τὸν λόγον, οὐ δυνάμενον εἰς αὐτοὺς δι’ ὑπερβολὴν μεγέθους ἰδίου τοῦ ὑπὲρ αὐτοὺς χωρεῖν, ἐπείπερ ἔτι ἦσαν σπέρμα τοῦ Ἀβραὰμ μόνον. εἰ δὲ πρὸς τῷ εἶναι σπέρμα τοῦ Ἀβραὰμ ἐγεώργησαν καὶ εἰς μέγεθος καὶ αὔξην τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐπεδεδώκει, ἐν τῷ μεγέθει καὶ τῇ αὔξῃ τοῦ σπέρματος τοῦ Ἀβραὰμ κεχωρήκει ἂν ὁ τοῦ Ἰησοῦ λόγος. καὶ μέχρι γε τοῦ δεῦρο φήσεις ὅτι ὁ λόγος οὐ χωρεῖ ἐν τοῖς μὴ προκόψασιν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ μηδὲ ἐληλυθόσιν εἰς τὸ γε νέσθαι αὐτοῦ τέκνα. οὗτοι δὲ καὶ ἀποκτεῖναι θέλουσιν τὸν λόγον καὶ ὡσπερεὶ συντρῖψαι αὐτόν, τὸ μέγεθος μὴ χωροῦντες αὐτοῦ. καὶ ἀεί γε ἔστιν θεωρεῖν τοὺς μὴ χωροῦντας τὸν λόγον, διὰ τὸ βραχύτερα αὐτοὺς εἶναι σκεύη, θέλοντας ἀποκτεῖναι τὴν ἑνότητα τοῦ μεγέθους τοῦ λόγου, ὡς δυναμένους χωρῆσαι μετὰ τὴν ἀναίρεσιν αὐτοῦ καὶ τὴν συντριβὴν αὐτοῦ μέλη αὐτοῦ.