Ancient Greek · ~2 min
20.91 to 20.92
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.91-92
Not analysed yet
εἴ τῳ δὲ φίλον παραδέξασθαι τὸ ἐν ταῖς Παύλου Πράξεσιν ἀναγεγραμμένον ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημένον· »Ἄνωθεν μέλλω »σταυροῦσθαι«, οὗτος, ὡς μετὰ τὴν ἐπιδημίαν παραδέχεται τὸ »Ἄνωθεν μέλλω σταυροῦσθαι« γινόμενον, οὕτω καὶ πρὸ τῆς ἐπιδημίας, ὅταν τὰ αὐτὰ αἴτια γίνηται τὸ λέγεσθαι ἄν· ›ἤδη μέλλω σταυροῦσθαι‹. διὰ τί γὰρ οὐχὶ ὡς ›ἄνωθεν‹ μέλλει σταυροῦσθαι, καὶ πρότερον ἐσταύρωτο; ὅρα δὲ εἰ μὴ μόνων τῶν μετὰ τὴν παρουσίαν ἐστὶν ἁγίων φωνὴ τὸ »Χριστῷ συνεσταύρωμαι«, ἀλλὰ καὶ τῶν προτέρων, ἵνα μὴ διαφέρειν λέγωμεν τοὺς μετὰ τὴν παρουσίαν ἁγίους Μωσέως καὶ τῶν πατριαρχῶν.