Ancient Greek
Book 20, VIII, 40. Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.93
Not analysed yet
καὶ τὸ »Ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν »ἐμοὶ Χριστός« λεγέσθω μὴ μόνον ὑπὸ τῶν μετὰ τὴν παρουσίαν ἀλλὰ καὶ ὑπὸ τῶν προτέρων. ἐφίστημι δὲ καὶ τῷ »Θεὸς Ἀβραὰμ »καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ· θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ »ζώντων« εἰρημένῳ ὑπὸ τοῦ σωτῆρος, μήποτε διὰ τοῦτο ζῶντές εἰσιν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπεὶ καὶ αὐτοὶ συνταφέντες τῷ χριστῷ συνανέστησαν αὐτῷ, οὐ πάντως κατὰ τὴν σωματικὴν τοῦ Ἰησοῦ ταφὴν ἢ σωματικὴν ἀνάστασιν αὐτοῦ. ταῦτα πρὸς τὸ »Τοῦτο »Ἀβραὰμ οὐκ ἐποίησε«.