Ancient Greek · ~2 min
20.94 to 20.95
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.94-95
Not analysed yet
Τί δὲ »τοῦτο« ἢ τὸ ζητεῖν ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκεν ἣν ἤκουσε παρὰ τοῦ θεοῦ; ἀποδίδομεν γὰρ ὡς ἄρα ἡ κατὰ τὸν Ἰησοῦν πνευματικὴ οἰκονομία οὐκ ἔστιν ὅτε τοῖς ἀγίοις οὐκ ἦν. ἐὰν δὲ ἀνάγαγῃς ταῦτα, ὥσπερ ὑπονενοήκαμεν ἐν ἄλλοις, ἑτέρως παρὰ τὸ κοινότερον ἐπὶ μυστικώτερον Ἀβραάμ, ὁμοίως πάντα τὰ κατὰ τὸν τόπον ἐξομαλίσαι πειράσει, ζητῶν τὴν ἑκάστου τούτων ἀκολουθίαν.