Ancient Greek · ~2 min
Book 28, Chapter 15
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.15.122
Not analysed yet
πῶς δὲ οὐ ζητήσεως ἄξιόν ἐστιν, εἴγε Δαβὶδ μετὰ τὴν ἐπὶ τοῦ Οὐρίου ἁμαρτίαν εὐλαβούμενος ἀφαιρεθῆναι ἀπ’ αὐτοῦ τὸ ἅγιον πνεῦμά φησι· »Τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ »ἐμοῦ«; εἰ δέ τις προσίεται καὶ τὸ »Ἅγιον γὰρ πνεῦμα παιδείας »φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων« σαφῶς δόξει παρίστασθαι ὅτι φεύγει ἀπὸ τῆς δεδολιωμένης ψυχῆς, κἂν πρότερον τύχῃ πρὸ δόλου καὶ ἁμαρτίας γενόμενον ἐκεῖ, τὸ ἅγιον πνεῦμα.