Ancient Greek · ~3 min
28.15.123 to 28.15.125
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.15.123-125
Not analysed yet
οὕτω δὲ ζητήσεως ἄξιόν ἐστιν τὸ περὶ τοῦ ἁγίου πνεύματος εἰ δύναται εἶναι καὶ ἐν ἁμαρτωλῷ ψυχῇ, ὥστ’ ἄν τινα εἰπεῖν ὅτι εἴπερ »Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι »ἁγίῳ«· πολλοὶ δὲ καὶ τῶν ἁμαρτωλῶν διάκεινται πρὸς τὸν Ἰησοῦν ὡς πρὸς κύριον, καὶ ἐν αὐτοῖς ἂν εἴη τὸ ἅγιον πνεῦμα. καὶ τάχα ἐπεὶ οἱ μετὰ τὸ τυχεῖν αὐτοῦ ἁμαρτάνοντες οὐκ ἂν τυγχάνοιεν ἀφέσεως, διὰ τοῦτο λέγεται περὶ τῶν πρὸ τοῦ ἁγίου πνεύματός τινι ἡμαρτημένων τὸ »Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς »υἱοἷς τῶν ἀνθρώπων«· περὶ δὲ τῶν μετὰ τὸ τυχεῖν ἁγίου πνεύματος ἐπταικότων τὸ »Ὁ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσας οὐκ »ἔχει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. βλασφημεῖ γὰρ ἔργοις καὶ λόγοις ἁμαρτίας εἰς τὸ παρὸν πνεῦμα ἅγιον ὁ καὶ παρόντος αὐτοῦ ἐν τῇ ψυχῇ ἁμαρτάνων.