Ancient Greek · ~2 min
28.15.127 to 28.15.128
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.15.127-128
Not analysed yet
εἰς δὲ τὸ ἐναντίον, ὡς, εἰ καὶ προεφήτευσεν ὁ Καϊάφας, οὐδὲν ἧττον οὐκ ἦν πνεῦμα ἅγιον ἐν αὐτῷ, λεχθείη ἂν τὸ »Οὔπω γὰρ ἦν πνεῦμα. »ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη«. καὶ εἴπερ οὐκ ἦν πνεῦμα οὐδὲ ἐν τοῖς ἀποστόλοις πρὸ τοῦ Ἰησοῦν δοξασθῆναι, πόσῳ πλέον οὐκ ἦν ἐν τῷ Καϊάφᾳ; ἀναστὰς δὲ ὁ σωτὴρ »ἐνεφύσησεν« τοῖς μαθηταῖς »καὶ λέγει »αὐτοῖς·