Ancient Greek · ~2 min
Book 28, Chapter 15
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.15.129
Not analysed yet
Λάβετε πνεῦμα ἅγιον« καὶ τὰ ἑξῆς· τολμηρῶς μὲν οὖν τις παραθήσεται τὰ λεχθησόμενα πρὸς τὸ μὴ ἀπὸ ἁγίου πνεύματος προπεφητευκέναι τὸν Καϊάφαν· ὁμῶς δ’ οὖν ἐρεῖ ὅτι δύναται καὶ πονηρὰ πνεύματα μαρτυρεῖν τῷ Ἰησοῦ καὶ προφητεύειν περὶ αὐτοῦ ἢ μαρτυρεῖν αὐτῷ, ὥσπερ τὸ λέγον· »Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ »θεοὺ« καὶ τὰ παρακαλοῦντα αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν καὶ λέγοντα· »Ἦλθες ἀπολέσαι ἡμᾶς; «