Ancient Greek · ~2 min
Book 28, Chapter 19
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.19.162
Not analysed yet
Περὶ δὲ τοῦ πολλάκις ἐπικρατούντων τινῶν χαλεπῶν ἐν τῷ τῶν ἀνθρώπων γένει, οἷον λοιμῶν ἢ ἐπιβλαβῶν νηνεμιῶν ἢ λιμῶν, λύεσθαι τὰ τοιαῦτα, οἱονεὶ καταργουμένου τοῦ ἐνεργοῦντος αὐτὰ πονηροῦ πνεύματος, διὰ τὸ ἑαυτόν τινα ὑπὲρ τοῦ κοινοῦ διδόναι, πολλαὶ φέρονται Ἑλλήνων καὶ βαρβάρων ἱστορίαι, τὴν περὶ τοῦ τοιούτου ἔννοιαν οὐκ ἀποπτυόντων οὐδὲ ἀποδοκιμαζόντων. πότερον μὲν οὖν ἀληθῆ ἐστιν τὰ τοιαῦτα, ἢ μή, οὐ τοῦ παρόντος ἐστὶν καιροῦ μετ’ ἐξετάσεως διαλαβεῖν.