Ancient Greek · ~3 min
28.19.163 to 28.19.165
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.19.163-165
Not analysed yet
πλὴν ὁ δυνάμενος ὑπὲρ ὅλου 〈τοῦ〉 κόσμου, ἵνα πᾶς ὁ κόσμος καθαρθῇ, ἀναδέξασθαι ἐπὶ καθαρσίῳ αὐτοῦ ἀπολομένου ἂν εἰ μὴ ἀνεδέξατο τὸ ὑπὲρ αὐτοῦ ἀποθανεῖν, οὔτε ἱστόρηται πώποτε οὔτε ἱστορηθῆναι δύναται, μόνου Ἰησοῦ τὸ πάντων τῆς ἁμαρτίας φορτίον ἐν τῷ ὑπὲρ τῶν ὅλων χωρὶς θεοῦ σταυρῷ ἀναλαβεῖν εἰς ἑαυτόν, καὶ βαστάσαι τῇ μεγάλῃ αὐτοῦ ἰσχύϊ δεδυνημένου. καὶ γὰρ οὗτος μόνος ἐπιστήμων ἦν τοῦ φέρειν μαλακίαν, ὥς φησιν ὁ προφήτης Ἡσαΐας λέγων· »Ἄνθρωπος ἐν πληγῇ »ὢν καὶ εἰδὼς φέρειν μαλακίαν«. καὶ οὗτός γε τὰς ἁμαρτίας ἡμῶν ἔλαβεν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, καὶ ἡ ὀφειλομένη ἡμῖν εἰς τὸ παιδευθῆναι καὶ εἰρήνην ἀναλαβεῖν κόλασις |ἐπ’ αὐτὸν γεγένηται.