Ancient Greek · ~4 min
28.39 to 28.41
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.39-41
Not analysed yet
(5) Εἴπερ τοῖς ἀξίοις τῶν ἐν σαρκὶ ζώντων καὶ μὴ κατὰ σάρκα στρατευομένων εὐχομένοις τοιαύτη τις λέγεται ὑπὸ θεοῦ περὶ τῆς εὐχῆς αὐτῶν ἐπαγγελία· »Καὶ ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ »πάρειμι«· τί χρὴ νομίζειν ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἢ ›Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι‹; ἅμα γὰρ »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ »εἶπεν«. τί δὲ εἶπεν; εἰ οἷόν τέ ἐστιν ὡς ἐν τοιούτοις στοχάσασθαι ἀκολούθως τῷ »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοῦ πάρειμι«, ἂν εἴη πλεῖον [ᾖ] 〈τὸ〉 πρὸς τὸν σωτῆρα λεγόμενον παρὰ τὸ ἐν τῇ πρὸς τοὺς δικαίους ἐπαγγελίᾳ γεγραμμένον· »Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι«. τί οὖν εἶπεν; προέθετο μὲν εἰπεῖν εὐχήν· προλαβόντος δὲ τὴν εὐχὴν αὐτοῦ τοῦ εἰπόντος ἂν αὐτῷ· »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι« ἀντὶ τῆς κατὰ πρόθεσιν ἂν λεχθείσης εὐχῆς λέγει τὴν ἐπὶ τῷ προλαβόντι τὴν εὐχὴν εὐχαριστίαν· καὶ ὡς ἐπακουσθεὶς ἐφ’ οἷς ἐνενόησεν μέν, οὐ προήνεγκεν δὲ ἐν τῷ εὔχεσθαι, φησί· »Πάτερ, »εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.