Ancient Greek · ~3 min
28.5.36 to 28.5.38
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.5.36-38
Not analysed yet
τοῦ δὲ αἴροντος τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἐπαίροντος αὐτοὺς καθηκόντως εἰς οὐρανὸν 〈ἂν〉 εἴη †καθῆκον καὶ τὸ ἐπαίρειν ὁσίους χεῖρας, μάλιστα ὅτε χωρὶς ὀργῆς καὶ διαλογισμοῦ ἀναπέμπει τὴν εὐχήν. οὕτω γὰρ καὶ τῶν ὀφθαλμῶν αἰρομένων ἄνω διὰ τῆς ἐννοίας καὶ |τῆς θεωρίας, καὶ τῶν χειρῶν ἐπαιρομένων ἐν πράξεσιν ἐπαιρούσαις καὶ ὑψούσαις τὴν ψυχήν, ὡς ἐπῆρεν Μωσῆς τὰς χεῖρας, ὥστ’ ἂν εἰπεῖν· »Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή«· Ἀμαληκῖται μὲν καὶ πάντες οἱ ἀόρατοι ἐχθροὶ ἡττηθήσονται, οἱ ἐν ἡμῖν δὲ Ἰσραηλῖται λογισμοὶ νικήσουσιν. τοσαῦτα καὶ εἰς τὸ »Ὁ Ἰησοῦς »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν« κατὰ τοῦτο φανέντα ἡμῖν ἀκόλουθα.