Ancient Greek
Book 28, XI, 41f. Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου· ἐγὼ ἤδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.44
Not analysed yet
οὐ γὰρ νομιστέον ὅτι ἡ ψυχὴ τοῦ Λαζάρου παρῆν τῷ σώματι μετὰ τὴν ἔξοδον, καὶ ὡς παροῦσα ταχέως ἤκουσεν κράξαντος Ἰησοῦ καὶ εἰπόντος· »Λάζαρε, »δεῦρο ἔξω«. ἢ εἴπερ τις τοῦτο περὶ τῆς Λαζάρου ψυχῆς ὑπολαμβάνει |καὶ προσίεται τὸ περὶ τῆς ἀπαλλαγείσης ψυχῆς σώματος ἄτοπον, ὡς παρακαθεζομένης τῷ νεκρῷ, λεγέτω πῶς ἠκούσθη ὁ Ἰησοῦς ἀπὸ τοῦ πατρός, μένοντος ἔτι νεκροῦ τοῦ Λαζάρου σώματος, καὶ τῆς ψυχῆς κεχωρισμένης μέν, ὡς οἰηθείη ἄν τις τῶν τοῦτο λεγόντων, παρακαθεζομένης δὲ τῷ σώματι.