Ancient Greek · ~3 min
28.45 to 28.47
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.45-47
Not analysed yet
ἵνα γὰρ τοῦτο συγχωρηθῇ, οὐκ ἂν ἠκοῦσθαι εἴποιμεν τὸν Ἰησοῦν μέλλοντα ἀκούεσθαι ὅτε ἡ ψυχὴ ἐνοικίζετο τῷ σώματι· τὸ παραπλήσιον δ’ οἶμαι γεγονέναι καὶ ὅτε τὴν τοῦ ἀρχισυναγώγου ἀνέστησεν θυγατέρα, περὶ τούτου εὐξάμενος· ᾔτησεν γὰρ ἐπανελθεῖν τὴν ψυχὴν καὶ ἐνοικισθῆναι πάλιν τῷ σώματι. εἰ δὲ καὶ περὶ τοῦ ἐκκομιζομένου υἱοῦ τῆς χήρας τὸ ὅμοιόν ἐστιν ἢ μή, καὶ αὐτὸς ζητήσεις, ἵν’ εὕρῃς τὸ ἀκόλουθον τοῖς κατὰ τοὺς τόπους ὅλους· ἡμῖν γὰρ οὐ καθήκει τηλικαύτας ποιεῖσθαι παρεκβάσεις. τάχα δὲ καὶ εἶδεν ὁ τηλικοῦτος Ἰησοῦς καὶ τὴν ψυχὴν αὐτὴν τοῦ Λαζάρου, ἤτοι ἀγομένην ὑπὸ τῶν τεταγμένων ἐπὶ τούτοις ἢ ὑπ’ αὐτοῦ τοῦ πατρικοῦ βουλήματος ἐπακούσαντος τῷ Ἰησοῦ, καὶ ἰδὼν αὐτὴν εἰσιοῦσαν διὰ τοῦ τόπου, ὅθεν ἤρθη ὁ λίθος, εἶπεν· »Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.