Ancient Greek · ~2 min
Book 28, XI, 41f. Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου· ἐγὼ ἤδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.48
Not analysed yet
ἀλλ’ ἐπεὶ πρὸ τούτου καὶ περὶ ἄλλων μυρίων ᾔτησεν καὶ ἔτυχεν, διὰ τοῦτο οὐ μόνον ἐπὶ τῷ Λαζάρῳ ἀλλὰ καὶ ἐπὶ τοῖς προτέροις εὐχαριστεῖ, φάσκων ἐπὶ μὲν τῷ Λαζάρῳ· »Πάτερ, εὐχαριστῶ σοι ὅτι »ἤκουσάς μου«· ἐπὶ δὲ τοῖς προτέροις· »Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ »μου ἀκούεις«, καὶ τοῦτο πᾶν, φησίν, εἶπον »διὰ τὸν περιεστῶτα »ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«. ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν καὶ τὴν ἀνάστασιν τοῦ Λαζάρου ἀποδεδώκαμεν.