Ancient Greek · ~2 min
Book 28, XI, 39. Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.8
Not analysed yet
καὶ πρόσχες εἰ δυνάμεθα λέγειν ὅτι τοῦ μὲν ἐπὶ τῷ σπηλαίῳ λίθου, |ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἦν, οὐκ ἐχρῆν αὐτὸν ἅψασθαι τὸν Ἰησοῦν, ἀλλὰ προστάξαι μόνον τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον ἆραι τὸν λίθον, τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος καὶ ἐμποδίζοντος τοῦ πίνειν τὰ πρόβατα, ἀφ’ ὧν ἔμελλεν γενέσθαι τὰ ἐπίσημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει λαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτὸν ἀπὸ τοῦ στόματος τοῦ φρέατος, ἵνα ποτισθῇ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.