Ancient Greek · ~3 min
28.9 to 28.13
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.9-13
Not analysed yet
καὶ ἔδει γὲ ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ιακώβ. ἔξω δὲ τοῦ σπηλαίου στῆναι τὸν Ἰησοῦν. εἰ δὲ δύνασαι, ἐπίστησον τί δήποτε ἐπὶ μὲν τοῦ σπηλαίου οὐ κεκύλισται ὁ ἐπικείμενος αὐτῷ λίθος ἀλλὰ αἴρεται, ἐπὶ δὲ τοῦ φρέατος οὐ παντελῶς αἴρεται ἀλλὰ μόνον ἀποκυλίεται· ἐχρῆν πάντη μὲν ἀρθῆναι τὸν ἐπὶ τοῦ μνημείου λίθον καὶ μὴ πάλιν κυλισθῆναι· τὸν δὲ ἐπὶ τοῦ φρέατος ἀποκυλισθῆναι μόνον. προείρηται γάρ, ὅτι ἀπε ***************δόξαν θεοῦ, νοήσαντες τὸ μέγεθος τῆς εἰς δικαιοσύνην λογιζομένης πίστεως πιστεύσωμεν. εἰ δέ τις οὐδέπω εἶδεν τὴν δόξαν θεοῦ τῶν οἰομένων πεπιστευκέναι, μανθανέτω ὅτι ἐλέγχεται δι’ ὧν οὐδέπω εἶδεν τὴν δόξαν τοῦ θεοῦ μὴ πεπιστευκώς· ἀψευδὴς γὰρ ὁ μὴ Μάρθᾳ μόνῃ ἀλλὰ καὶ παντί τῳ λέγων τὸ »Ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν »τοῦ θεοῦ«.