Ancient Greek · ~2 min
Book 28, Chapter 8
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.8.62
Not analysed yet
ἔστιν δέ τι ἐν τῷ τόπῳ δεόμενον διακρίσεως, ἐν τῷ »Καὶ »ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο« καὶ ἐν τῷ κάλυμμα ἐπικεῖσθαι τῷ προσώπῳ Μωσέως, ἡνίκα ἐλάλει τῷ λαῷ· τὸ μὲν γὰρ ἐπικείμενον τῇ ὄψει τοῦ Λαζάρου σουδάριον ἐκάλυπτεν αὐτοῦ νενεκρωμένας τὰς ὁράσεις· τὸ δὲ Μωσέως κάλυμμα κατ’ οἰκονομίαν ἦν τῷ προσώπῳ αὐτοῦ περικείμενον διὰ τοὺς μὴ χωροῦντας ἀπὸ τοῦ λαοῦ ἐνορᾶν τῇ δόξῃ αὐτοῦ.