Ancient Greek · ~2 min
28.8.63 to 28.8.65
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.8.63-65
Not analysed yet
ζητήσεις δὲ περὶ τοῦ 〈μὴ〉 ἐνδεδυμένου ἔνδυμα γάμου, περὶ οὗ εἴρηται· »Δήσαντες αὐτὸν ποδῶν καὶ χειρῶν, »ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον« πότερον εἰσαεὶ μένει δεδεμένος καὶ ἐν τῷ ἐξωτέρω σκότῳ (οὐ γὰρ πρόσκειται τὸ »Εἰς τὸν αἰῶνα« ἢ »Εἰς τοὺς αἰῶνας«), ἢ λυθήσεταί ποτε. οὐ γὰρ ἐμφαίνεται ἐκ τῆς περὶ αὐτοῦ λέξεως τινὰ περὶ ἀπολύσεως ἐσομένης γεγραμμένα περὶ αὐτοῦ. οὐ δοκεῖ δέ μοι ἀσφαλὲς εἶναι μὴ καταλαβόντα ὁτιποτοῦν, μάλιστα τῷ μὴ γεγράφθαι περὶ αὐτοῦ, ἀποφήνασθαι.