Ancient Greek · ~2 min
28.9.69 to 28.9.70
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.9.69-70
Not analysed yet
εἴποι γὰρ ἄν τις ὅτι ὁ μὲν ἀκούσας εὐξαμένου τοῦ υἱοῦ πατὴρ ἐκ νεκρῶν τὸν Λάζαρον ἀνέστησεν· ὁ δὲ εἰπὼν φωνῇ μεγάλῃ καὶ κραυγάσας· »Λάζαρε, δεῦρο »ἔξω« ἐπλήρωσεν ὃ προεπηγγείλατο· »Ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω »αὐτόν. «καὶ ὁ τοῦτό γε κατασκευάζων, διαφορὰν διδοὺς τοῦ »Λάζαρος »ὁ φίλος ἡμῶν κεκοίμηται« καὶ τοῦ »Λάζαρος ἀπέθανεν«, ἐρεῖ ὅτι πρὸς μὲν τὸ »Κεκοίμηται« ἐπηγγείλατο εἰπών· »Ἀλλὰ πορεύομαι »ἵνα ἐξυπνίσω |αὐτόν«· πρὸς δὲ τὸ »Ἀπέθανεν« οὐκ ἀποδέδωκεν τὸ ›Πορεύομαι, ἵνα ἀναστήσω αὐτὸν ἐκ νεκρῶν‹.