Ancient Greek
Book 28, Chapter 9
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 28.9.71
Not analysed yet
ἀλλὰ ὁ λύων τὴν ἐν τούτοις δοκοῦσαν εἶναι διαφορὰν καὶ διδοὺς τὴν τοῦ Λαζάρου ἐκ νεκρῶν ἀνάστασιν κοινὸν ἔργον γεγονέναι υἱοῦ τοῦ εὐξαμένου καὶ πατρὸς τοῦ ἐπακούσαντος χρήσεται καὶ τῷ εἰρημένῳ ὑπὸ τοῦ κυρίου πρὸς τὴν Μάρθαν λέγοντος· »Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ »ζωή«, παραθήσεται δὲ καὶ τὸ »Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς »νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. «