Ancient Greek · ~4 min
32.112 to 32.116
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.112-116
Not analysed yet
δυσωπητικώτατα μὲν γὰρ καὶ ἐπὶ τὴν γνῶσιν τοῦ γινομένου προτρεπτικώτατα λέλεκται τὸ »Γινώσκετε τί πεποίηκα ὑμῖν; «ὅπερ ἤτοι ἐρωτηματικῶς ἀναγνωστέον, ἵν’ ἐμφαίνῃ τὸ τοῦ γενομένου μέγεθος· ἢ προστακτικῶς, ἵνα αὐτῶν διεγείρῃ τὸν νοῦν εἰς τὸ διὰ τοῦ ἐπιστῆσαι τῷ ἔργῳ λαβεῖν αὐτοῦ τὴν γνῶσιν. διδασκαλικώτατα δὲ μετὰ τοῦ δυσωπητικοῦ λέλεκται τὸ »Ὑμεῖς φωνεῖτέ με ›Ὁ δικάσκαλος‹ »καὶ ›Ὁ κύριος‹, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα »ὑμῶν τοὺς πόδας |ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε »ἀλλήλων νίπτειν τοὺς πόδας«. ὁ μὲν οὖν Ἰησοῦς ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν, ᾖ διδάσκαλος αὐτῶν, καὶ τοὺς πόδας τῶν δούλων, ᾗ κύριος ἦν. διδασκαλίᾳ γὰρ ὁ ἀπὸ γῆς καὶ τῶν κοσμικῶν πραγμάτων κονιορτός, φθάνων οὐκ ἐπὶ ἄλλο τι ἢ ἐπὶ τὰ τελευταῖα καὶ τὰ κάτω τῶν μαθητῶν, ἀποκαθαίρεται· ἀλλὰ καὶ τῇ κυριότητι τοῦ ἄρχοντος, ἐξουσιάζοντος τῶν διὰ τὸ ἔτι ἔχειν τὸ τῆς δουλείας πνεῦμα κἂν τὸν τυχόντα μολυσμὸν ἔτι δεχομένων, τὰ μολύνοντα τοὺς πόδας ἀποβάλλεται.