Ancient Greek · ~2 min
Book 32, XIII, 12. Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν· † φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος· καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.117
Not analysed yet
καὶ οὐκ ἄν τις εὖ φρονῶν λέγοι ᾗ θύρα ἐστὶν τὸν Ἰησοῦν, ἢ ᾗ ποιμήν, ἢ ᾗ ἰατρός, νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ δούλων. ἐγὼ δ’ ἡγοῦμαι ὅτι ἐπιδέχονται τὸ δεῖσθαι τῆς ἀπὸ τοῦ διδασκάλου νίψεως οἱ πόδες τῶν μαθητῶν, ὅσον οὐδέπω εἰλήφασιν τὸ ἀρκετόν, ἀλλ’ ἔτι λείπουσιν εἰς τὸ »Ἀρκετὸν τῷ »μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ«.