Ancient Greek · ~4 min
32.118 to 32.121
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.118-121
Not analysed yet
καὶ τοῦτο · τέλος ἐστὶν τὸ πρὸς τὸν μαθητὴν τοῦ διδασκάλου, ᾗ διδάσκαλος, ποιῆσαι τὸν μαθητὴν ὡς ἑαυτόν, ἵνα μηκέτι δέηται τοῦ διδασκάλου, ᾗ διδάσκαλος, εἰ καὶ ἄλλως αὐτοῦ δεήσεται. ὡς γὰρ τέλος τοῦ ἰατροῦ, οὗ χρῄζουσι μὲν οἱ κακῶς ἔχοντες, οὐ χρείαν δὲ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, τὸ παῦσαι τοὺς κακῶς ἔχοντας ἀπὸ τοῦ κακῶς ἔχειν, ἵνα μηκέτι αὐτοῦ χρῄζωσιν, οὕτω τέλος διδασκάλου περιποιῆσαι τῷ μαθητῇ τὸ λεγόμενον ἀρκετὸν ἐν τῷ »Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ«. περὶ δὲ τοῦ σωτῆρος, ὄντος κυρίου, αὐτόθεν πλεῖόν ἐστιν ἰδεῖν παρὰ τοὺς ἄλλους κυρίους, μὴ βουλομένους ἵνα γένηται ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. τοιοῦτος δὲ ὁ τῆς πατρικῆς ἀγαθότητος καὶ τῆς ἀγάπης αὐτοῦ υἱός· κύριος γὰρ ὢν ἐνειργάζετο τοῖς δούλοις τὸ γενέσθαι ὡς ὁ κύριος αὐτῶν, ὅτε οὐκέτι ἕξουσιν τὸ πνεῦμα τῆς δουλείας πάλιν εἰς φόβον, ἀλλὰ λήψονται τὸ πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζουσιν· »Ἀββᾶ, ὁ πατήρ«.