Ancient Greek · ~3 min
Book 32, Chapter 12
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.12.137
Not analysed yet
ἐὰν δέ τις πρὸς ταῦτα λέγῃ, ὅτι κἂν ἀλληγορῆται, οὐδὲν ἧττον γέγονε καὶ κατὰ τὸ ῥητόν, ἀκουστέον μετὰ τοῦ τροπικοῦ καὶ τῆς φασκούσης λέξεως· »Εἰ οὖν *ἔνιψα τοὺς πόδας ὑμῶν, ὁ »κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς »πόδας. ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν »καὶ ὑμεῖς ποιῆτε«· λεκτέον πρὸς τὸν τοιοῦτον· ἄρ’ ἐπεὶ κατὰ τὸ ῥητὸν γέγονεν τὸ εἰρημένον πρὸς τὸν εἰπόντα Πέτρον· »Οὐ μὴ »νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα« τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ »ἔχεις μέρος μετ’ ἐμοῦ«· καὶ ἡμεῖς κατὰ τὸ ῥητὸν τοῖς κατ’ εὐλάβειαν μὴ ἐμπαρέχουσιν ἑαυτῶν τοὺς πόδας ἡμῖν ἵνα αὐτοὺς νίψωμεν φήσομεν καὶ τολμήσομεν εἰπεῖν τοῖς τοιούτοις τὸ »Ἐὰν μὴ νίψω »σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«.