Ancient Greek · ~2 min
32.12.138 to 32.12.140
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.12.138-140
Not analysed yet
εἰ δὲ ἐνταῦθα οὐ δυσωπεῖ τὸ ὃ εἶπον, ἐπίσκεψαι τί σε χρὴ λέγειν πρὸς τὴν περὶ τοῦ εἰ χρὴ καὶ τὴν λέξιν πάντως τηρεῖν ἐπαπόρησιν. ὅτι μὲν οὖν ποτε καθήξει τῷδε μὲν νίψαι τοὺς πόδας τοῦ δεῖνα μαθητοῦ Ἰησοῦ, τῷδε 〈δὲ〉 ἐμπαρασχεῖν αὐτοὺς νιφθησομένους ὑπ’ αὐτοῦ, ὡς ἀπὸ ἀγάπης καὶ φιλοφροσύνης τὸν μὲν ποιῆσαι, τὸν δὲ παρασχεῖν, καὶ αὐτὸς ἂν ὁμολογήσαιμι. εἰ δὲ φήσομεν ἕκαστον τῶν μὴ συνειδότων ἑαυτῷ τοῦτο πεποιηκέναι καὶ ἁγίων οὕτω τοὺς πόδας νενιφέναι ὀφειλομένην τινὰ ἐντολὴν μὴ ἀποδεδωκέναι τὴν »Ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας« ὥρα που λέγειν, ἐγγύς που πάντας ὀφειλέτας εἶναι τῆς ἐντολῆς ταύτης.