Ancient Greek · ~5 min
32.145 to 32.151
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.145-151
Not analysed yet
Ἑξῆς τούτῳ ἐστὶν ζητῆσαι τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω« ἐπὶ τί λελεγμένον ἀνοίσομεν. ὁ μὲν οὖν τις φήσει ἐπὶ τὸ »Μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά«· οὐ γὰρ μακάριος Ἰούδας. οὐ νομίζω δὲ ὑγιῶς ἐπὶ τοῦτο ἀναφέρεσθαι τὸ λεγόμενον. τοῦτο γὰρ ὅλον καὶ περὶ Ἰούδα καὶ παντὸς οὑτινοσοῦν, κἂν φαυλότατος ᾖ, ἀληθὲς τὸ Μακάριος εἶ ὁ δεῖνα ἐὰν ποιήσῃς τάδε· ὡς εἰ λέγοιμι καὶ τῷ ἀκολάστῳ, εἰ καὶ μὴ ἀκούσεται τῶν λεγομένων μηδὲ σωφρονήσει· ›μακάριος εἶ, ἐὰν σωφρονήσῃς‹· καὶ τῷ σοφίαν ἐξουδενοῦντι, εἰ καὶ ἐπιβαίνει τῇ προαιρέσει ταύτῃ· ›μακάριος εἶ, ἐὰν σοφίαν καὶ παιδείαν ἀναλάβῃς‹. μήποτε οὖν τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω« ἀνοίσομεν εἰς τὸ εἰρημένον τὸ »Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ«. ἐπεὶ γὰρ »Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας«, ἐποίει δὲ τὴν ἁμαρτίαν ὁ Ἰούδας, καὶ μάλιστα τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, δοῦλος ἦν Ἰούδας τῆς ἁμαρτίας. δοῦλος δὲ ὢν τῆς ἁμαρτίας, οὐκ ἦν τοῦ λόγου τοῦ θεοῦ δοῦλος. οὕτω δὲ οὐδὲ ἀπόστολος τοῦ Ἰησοῦ ἔτι ἦν· ἤδη γὰρ τοῦ διαβόλου ἐγεγόνει, βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα. διὸ ἀρνούμενος αὐτὸν εἶναι |δοῦλον ἑαυτοῦ ὁ σωτὴρ καὶ ἀπόστολον εἶπεν μετὰ τὸ »Οὐκ ἔστιν δοῦλος μείζων »τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν« τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω«.