Ancient Greek · ~2 min
Book 32, XIII, 16. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν | δοῦλος μείζων τοῦ κυρίου † ἑαυτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων * * τὸν ἄρτον, ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.144
Not analysed yet
χρὴ δὲ εἰδέναι τοῦτο, ὅτι παράκειται τῷ ῥητῷ τούτῳ ὅμοια· ἐν μὲν τῷ κατὰ Ματθαῖον τὸ »Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν »κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος »αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ«· ἐν δὲ τῷ κατὰ Λουκᾶν τὸ »Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον· κατηρτισμένος δὲ πᾶς »ἔστω ὡς ὁ διδάσκαλος αὐτοῦ«.