Ancient Greek · ~2 min
Book 32, Chapter 16
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.16.184
Not analysed yet
τούτοις δὲ ἕπεται διὰ τὸ »Κατὰ τὴν »πίστιν σου γενηθήτω σοῖ« καὶ διὰ τὸ »Ἡ πίστις *σέσωκέν σε« ἑκάστῳ ἀπαντῆσαι κατὰ τὴν ἐν τῇ δικαίᾳ κρίσει τοῦ θεοῦ ἀμοιβὴν ἀνάλογον τοσῇδε καὶ τοιᾷδε πίστει καὶ σωτηρίαν· εἴ γέ ἐστίν τις καὶ ἐν ταύτῃ σωζομένων διαφορά, ὡς τὸ »῟Ωι μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται »ὑμῖν« φθάνειν καὶ ἐπὶ τὰ μέτρα τῆς πίστεως καὶ τὰ μέτρα τῆς ἀπὸ θεοῦ ἀμοιβῆς καὶ σωτηρίας.