Ancient Greek · ~4 min
Book 32, Chapter 16
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.16.183
Not analysed yet
Εἰ δὲ βουλόμεθα εἰδέναι τίς ἐστιν ὁ πᾶσαν ἔχων τὴν πίστιν, λάβωμεν ἐπὶ παραδείγματος κεφαλαιωδῶς τὰ ἐν τῷ πιστεύεσθαι σώζοντα τὸν πιστεύοντα, φέρε εἰπεῖν, ὄντα τὸν ἀριθμὸν ἑκατόν, καὶ λέγωμεν ὅτι ὁ μὲν τὰ προειρημένα ἑκατὸν ἀδιστάκτως παραδεχόμενος καὶ ἑκάστῳ αὐτῶν βεβαίως πιστεύων πᾶσαν ἔχει τὴν πίστιν· ὁ δὲ λείπων ἔν τινι ἀριθμῷ τῶν ἐν τῷ πιστεύεσθαι σωζόντων, ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι, τοσοῦτον λείπει τοῦ πᾶσαν ἔχειν τὴν πίστιν, ὅσοις ἀριθμοῖς πιστεύων ἐνδεῖ ἢ ὅσον ἀφέστηκεν τῆς περὶ τῶν πιστευομένων βεβαιότητος εἴτε πάντων εἴτε τινῶν· ἵν’ ἐπὶ τοῦ παρόντος δοθῇ τισὶν μὲν δύνασθαι βεβαίως πιστεύειν τινά, τισὶν δὲ πιστεύειν μέν, οὐ βεβαίως δέ· πλὴν ὁμολογουμένως δοθείη ἂν ἀμήχανον ἀποδείκνυσθαι τὸν ἐν 〈ἑνὶ〉 ἀτελῆ πρὸς μηδὲν ἔχειν βεβαιότητα, ὅτι οὐ τὸ ἴσον ἀπόστημα ἀπὸ τῆς πρὸς τὰ πιστευόμενα βεβαιότητος ἀπέχει ἕκαστος τῶν, ἵν’ οὕτως ὀνομάσω, κατὰ τὴν γραφὴν ὀλιγοπίστων καὶ τὴν πρὸς τὰ πιστευόμενα βεβαιότητα οὐδέπω ἀνειληφότων.