Ancient Greek
Book 32, XIII, 19. Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.169
Not analysed yet
(9) Τὴν ἀναφορὰν ἡ λέξις αὕτη ἔχει ἐπὶ τὸ προειρημένον τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ »ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν »ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ«· τοῦτο γὰρ τὸ ἐσόμενον, ἵνα ἡ γραφὴ πληρωθῇ περὶ τοῦ ἐπαίροντος ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ, ὅς ἐστι τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἀπ’ ἄρτι λέγω ὑμῖν, καὶ λέγω πρὸ τοῦ γενέσθαι, ἵνα, ἐπὰν γένηται τὸ πληρωθησόμενον τῶν προφητευθέντων ἐν τῇ γραφῇ, πιστεύσητε ὅτι ἐγώ εἰμι περὶ οὗ ταῦτα πεπροφήτευται, ἀπὸ τοῦ τρώγοντος μετ’ αὐτοῦ τὸν ἄρτον ἐπάραντος τὴν ἑαυτοῦ πτέρναν κατ’ αὐτοῦ.