Ancient Greek
32.170 to 32.177
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.170-177
Not analysed yet
Ζητήσαι δ’ ἄν τις πῶς εἴρηται τοῖς μαθηταῖς, ὧν ἔνιψεν τοὺς πόδας ὁ Ἰησοῦς, ὡς μηδέπω πιστεύσασιν ὅτι καὶ αὐτὸς εἴη ὁ χριστός, τὸ »Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι« καὶ διὰ τοῦτο λέγω »ἵν’ ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι« ὁ προφητευθεὶς χριστός. καὶ ὅρα εἰ δυνάμεθα, μὴ κατηγοροῦντες τῶν τηλικούτων Ἰησοῦ μαθητῶν ὡς οὐδέπω πεπιστευκότων, καὶ τὸ βούλημα σώζειν τοῦ εἰπόντος· »Ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι«. ὁ παραλαμβάνων |σοφίας θεωρήματα ἔσθ’ ὅτε ἐπὶ προτέροις, δι’ ἃ ἤδη σοφός ἐστιν, ἀναλαμβάνει δεύτερα, ἐφ’ οἷς οὐ πρότερον ἦν σοφός, καὶ σοφώτερος ἔσται· καθὼς λέγεται καὶ τὸ »Τῶνδε γὰρ ἀκούσας »σοφός, σοφώτερος ἔσται«. ὥσπερ οὖν, εἰ ἐλέγετο τῷ σοφῷ τάδε τινὰ καὶ ἐπεφέρετο· ταῦτά σε ποιεῖ σοφόν· οὐ πάντως ἂν ἐκ τοῦ μὴ σοφοῦ σοφὸν ἐνοήσαμεν ἀλλὰ καὶ ἐκ σοφοῦ σοφώτερον, ὡς ἐπιγινομένης τῆς προκοπῆς καὶ ὁδευούσης ἐπὶ τὴν τελειότητα· οὕτω μοι νόει καὶ τὸν πιστεύοντα δύνασθαι πιστότερον γενέσθαι. καὶ γὰρ οἱ ἀπόστολοι, προσελθόντες ποτὲ τῷ κυρίῳ, οὐχ ἑαυτῶν κατηγοροῦντες ὡς ἀπίστων ἔλεγον αὐτῷ τὸ »Κύριε, πρόσθες ἡμῖν »πίστιν«· καὶ γὰρ ἐν τῷ »πρόσθες« σαφῶς παρίσταται ὅτι πίστιν εἶχον χωροῦσαν προσθήκην. εἴπερ οὖν συνήκαμεν ταῦτα, νόει μοι τὰς προσθήκας τῶν πιστοποιούντων μετά τινα πρότερον πιστοποιήσαντα προστιθέναι τῇ πίστει· ὥστε καὶ τοὺς μαθητὰς πρὸς οἷς εἶχον πιστοποιητικοῖς καὶ τοῦτο προσειληφέναι τὸ βλέπειν πληρουμένην τὴν λέγουσαν γραφήν· »Ὁ τρώγων μου τὸν ἄρτον, ἐπῆρεν »ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ«, παριστάντος τοῦ προφητευομένου ὅτι αὐτὸς ἦν περὶ οὗ ταῦτα ἐθεσπίζετο. καὶ ἄκουε τοῦ »Ἵνα πιστεύητε« ὡς ἴσον δυναμένου τῷ ›ἵνα †πιστεύητε ἐνεργῆτε‹, παραμένοντες τῷ πιστεύειν καὶ μηδεμίαν ἀφορμὴν πρὸς τὸ μετατίθεσθαι ἴσχοντες. καὶ εἴ τοι μὴ μεγέθει μεγάλη ἡ πίστις ἦν ἢ πλήθει πολλή, οὐκ ἂν ἔλεγεν ὁ Παῦλος τὸ »Κὰν ἔχω πᾶσαν τὴν πίστιν«.