Ancient Greek · ~2 min
32.20 to 32.21
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.20-21
Not analysed yet
γεγραμμένου γὰρ τοῦ »Τοῦ διαβόλου ἤδη βεβληκότος« ἀκούω ὡς καὶ ἐν ἑβδόμῳ Ψαλμῷ τῆς γραφῆς περὶ τούτου διδασκούσης, ὡς τοξότου καὶ βέλη πεπυρωμένα ἐξεργαζομένου τοῖς μὴ πάσῃ φυλακῇ τηροῦσι τὴν ἑαυτῶν καρδίαν. ἔχει δὲ οὕτως ἡ τοῦ Ψαλμοῦ λέξις· »Ἐὰν μὴ ἐπιστραφῆτε, . τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον »αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό· καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη »θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. ἰδοὺ ὠδίνησεν »ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν«.