Ancient Greek · ~2 min
Book 32, XIII, 2. Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.22
Not analysed yet
πᾶς μὲν οὖν ὁμολογήσει τὸ »Ἰδοὺ ᾠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν »ἀνομίαν«, δύνασθαι ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον· ἄτοπον δὲ μὴ ὁμοίως τούτῳ καὶ αὐτὰ νομίζειν λέγεσθαι· »Ἐὰν μὴ ἐπιστραφῆτε, »τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ »ἡτοίμασεν αὐτό· καὶ |ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου«· σκεύη γὰρ θανάτου ἄλλος οὐδεὶς ἐν τῷ τόξῳ ἑαυτοῦ ᾧ ἐνέτεινεν ἡτοίμασεν ἢ οὗ τῷ φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.