Ancient Greek · ~4 min
32.21.269 to 32.21.273
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.21.269-273
Not analysed yet
καὶ τήρει γε ὅτι ἐπιφέρεται τούτοις τὸ »Ἐὰν μὴ πιστεύσωσίν σοι μηδὲ »εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσίν σοι »τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου«· ὁ γὰρ μὴ πιστεύσας τῇ ἐκδοχῇ τοῦ γράμματος, διὰ μεγαλόνοιαν πιστεύει τῇ πνευματικῇ τοῦ νόμου διηγήσει. ἐὰν δέ τις μὴ πιστεύσῃ τοῖς δυσὶ σημείοις τούτοις, τῷ μὲν προτέρῳ ὅτι λεπρὰν ποιεῖ τὴν πρᾶξιν, τῷ δὲ δευτέρῳ ὅτι ἀποκαθίστησιν αὐτὴν εἰς τὸ κατὰ φύσιν, τὸ ὕδωρ τούτῳ αἷμα γίνε ται. γέγραπται γάρ· »Καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ »σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ »ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ »ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ«. καὶ πρόσχες δὲ ὅτι ἐπὶ τούτου τοῦ σημείου οὐκέτι λέγεται τὸ ἢ »πιστεύσωσίν »σοι«, ἢ οὐ πιστεύσουσιν. δηλοῦται γὰρ ὅτι τῷ μὴ πιστεύσαντι τοῖς δυσὶ σημείοις τὸ λαμβανόμενον ἀπὸ τοῦ ποταμοῦ ὕδωρ αἷμα γίνεται, δι’ ἀπιστίαν ποτίμου ἀπολαύειν οὐ δυναμένῳ λόγου.