Ancient Greek · ~2 min
Book 32, Chapter 21
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.21.274
Not analysed yet
ἀλλὰ γὰρ ἐπανέλθωμεν, πλείονα τοῦ δέοντος διὰ τὸν κόλπον τοῦ Ἰησοῦ παραλαβόντες εἰς τὸν τόπον ἐπὶ τὸ προκείμενον, καὶ μαθόντες ὅτι ὃν ἠγάπα ὁ Ἰησοῦς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, πάντα πράττωμεν πρὸς τὸ ἐγκριθῆναι τῇ ἐξαιρέτῳ αὐτοῦ ἀγάπῃ· οὕτω γὰρ καὶ αὐτοὶ ἀνακεισόμεθα ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ· νεύει δὲ τῷ ἀγαπωμένῳ μαθητῇ Σίμων Πέτρος, καὶ μὴ ἀρκούμενος τῷ νεύματι φησὶν αὐτῷ· »Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει«.