Ancient Greek · ~4 min
32.214 to 32.217
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.214-217
Not analysed yet
ἔστιν δὲ ἐκ τούτων καὶ τὰ κατ’ ἐναντιότητα νοῆσαι· ὁ γὰρ λαμβάνων ὃν ἐὰν πέμψῃ ὁ υἱὸς τοῦ πονηροῦ, ἐκεῖνος τὸν ἀντίχριστον λαμβάνει· ὁ δὲ λαμβάνων τὸν υἱὸν τοῦ πονηροῦ καὶ παραδεξάμενος τὸν ἀντίχριστον λόγον, ὑποκρινόμενον εἶναι ἀλήθειαν καὶ ψευδῶς ἐπαγγελλόμενον εἶναι δικαιοσύνην, οὗτος αὐτὸν λαμβάνει τὸν πονηρόν. διὸ προσέχωμεν, ἵν’ ὡς καλοὶ τραπεξῖται δοκιμάζωμεν μὲν τὸν τῶν ἀληθῶν διάκονον, ἀποδοκιμάζωμεν δὲ τὸν τῶν ψευδῶν. ἐνθάδε μὲν οὖν »Ὁ λαμβάνων, φησίν, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ »λαμβάνων, λαμβάνει τὸν πέμψαντά με« καὶ »Ὁ θεωρῶν ἐμέ, θεωρεῖ »τὸν πέμψαντά με«· οὔτε δὲ εἴρηται· ›Ὁ πιστεύων εἰς ὑμᾶς, πιστεύει εἰς ἐμέ‹ οὔτε ›Ὁ θεωρῶν ὑμᾶς, θεωρεῖ ἐμέ‹. λαμβάνειν μὲν γὰρ ἡμᾶς βούλεται τοὺς ἀποστόλους ἑαυτοῦ, οὐ μὴν καὶ πιστεύειν εἰς αὐτούς. λαμβάνωμεν οὖν τοὺς ὑπὸ τοῦ λόγου ἡμῖν ἀποστελλομένους καὶ αὐτὸν τὸν λόγον τοῦ θεοῦ· μηδέποτε δὲ παραδεξώμεθα ἀπόστολον ἀντιχρίστου καὶ λόγον ψευδῆ.