Ancient Greek
Book 32, XIII, 21. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐπαράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.218
Not analysed yet
(11) Ἀνωτέρω εἶπεν· »Νῦν ἡ ψυχή μου τετάρακται«· νῦν δὲ λέγεται ὅτι »Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι«. καὶ ζητῶ τοιαῦτα εἰς τὸν τόπον· τί δήποτε οὐκ εἴρηται ἀνάλογον τῷ »Νῦν ἡ ψυχή μου τετάρακται« τὸ »τὸ πνεῦμα τοῦ Ἰησοῦ »τετάρακται«, ἢ ἀνάλογον τῷ »Ἐταράχθη τῷ πνεύματι« τὸ »Νῦν ἡ »ψυχή μου τετάρακται«; καὶ ταῦτα ζητεῖν ἐτόλμησα με|τρίως, τηρήσας ἐν πάσῃ τῇ γραφῇ διαφορὰν ψυχῆς καὶ πνεύματος καὶ μέσον μέν τι θεωρῶν εἶναι τὴν ψυχὴν καὶ ἐπιδεχομένην ἀρετὴν καὶ κακίαν, ἀνεπίδεκτον δὲ τῶν χειρόνων τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· τὰ γὰρ κάλλιστα καρποὶ λέγονται εἶναι τοῦ πνεύματος, οὐχ ὡς ἂν οἰηθείη τις, τοῦ ἁγίου, ἀλλὰ τοῦ ἀνθρωπίνου.