Ancient Greek · ~3 min
32.22.280 to 32.22.283
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.22.280-283
Not analysed yet
(14) Τί δὲ καὶ ἀποκρινόμενος εἶπεν ὁ κύριος θεωρήσωμεν. »Ἐκεῖνος, φησίν, ἐστὶν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ«. εἶπεν οὖν τοῦτο ὁ Ἰησοῦς, καὶ »βάψας τὸ ψωμίον λαμβάνει καὶ »δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου«. καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, οὐ δυνηθεὶς πρότερον εἰσελθεῖν, οὐδὲ εὐθέως ἅμα τῷ βεβληκέναι εἰς τὴν καρδίαν ἵνᾳ παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης. ἐχρῆν γάρ, οἶμαι, διὰ τῆς δόσεως τοῦ ψωμίου ἀντιλαβεῖν αὐτὸ ἀπὸ τοῦ ἀναξίου ἔχειν τὸ κρεῖττον ὃ ἐδόκει ἔχειν· ἀπὸ γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ. ἀφαιρεθεὶς οὖν ὁ Ἰούδας ὡς ἀνάξιος τοῦ κρείττονος τοῦ εἰπόντος, κεχώρηκε τὴν εἰς αὐτὸν τοῦ Σατανᾶ εἴσοδον.