Ancient Greek · ~3 min
32.21.276 to 32.21.279
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.21.276-279
Not analysed yet
ἐβούλετο γὰρ ἴσως τὸ κατὰ τὴν προδοσίαν, ἣν προδίδωσιν Ἰούδας τὸν Ἰησοῦν, μυστήριον ἰδεῖν, ὅπερ ἵνα μάθῃ ὁ Πέτρος, Ἰωάννης πρότερον ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ἐπαναβέβηκεν καὶ ἀνέπεσεν ἐπὶ τὸ στῆθος. καὶ τάχα μὴ ἀναπεσόντι ἐπὶ τὸ στῆθος, ἀλλὰ μείναντι ἐπὶ τοῦ ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, οὐκ ἂν παρέδωκεν ὃν ἐπόθει μανθάνειν Ἰωάννης ἢ Πέτρος λόγον. εἰ καὶ ἀνακείμενος οὖν πρότερον μὲν ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὕστερον δὲ ἀνέπεσεν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, διὰ τοῦ δευτέρου ἐν τοῖς τελευταίοις τοῦ εὐαγγελίου χαρακτηρίζεται ὡς μείζονος καὶ διαφέροντος ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητής. γέγραπται γὰρ ὅτι »Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει »τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν »ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ »παραδιδούς σε; «οὐ γὰρ γέγραπται· ›ὃς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ Ἰησοῦ‹.