Ancient Greek · ~2 min
Book 32, Chapter 22
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.22.285
Not analysed yet
κατανοήσας γὰρ τὴν ἐν τούτοις ἀντίδοσιν χοϊκῶν πρὸς πνευματικά, δυνήσῃ ἰδεῖν |πῶς τῷ μὴ ἀξίῳ ἄρτου ψωμίον ἐπιδέδωκεν, ἵνα διὰ τοῦ ψωμίου ἀφέλῃ αὐτοῦ, ὡς ἀναξίου ἔτι ἀκούειν· »Καὶ γὰρ ὁ ἄνθρωπος »τῆς εἰρήνης μου« τὴν εἰρήνην (»ὁ ῥυπαρὸς γὰρ ῥυπανθήτω ἔτι«), ἧς ἀφαιρεθείσης ὁ ἐπιτηρῶν καιροὺς τῆς εἰς τὴν ψυχὴν εἰσόδου αὐτοῦ, καὶ τὸν διδόντα αὐτῷ τόπον εἰσελθεῖν, εἰς τὸν Ἰούδαν 〈εἰσῆλθεν〉.