Ancient Greek · ~2 min
32.22.286 to 32.22.288
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.22.286-288
Not analysed yet
ἅμα δὲ παρατήρει ὅτι πρότερον μὲν οὐκ εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, ἀλλὰ βεβλήκει μόνον εἰς τὴν καρδίαν »ἵνα »παραδῷ Ἰούδας Σίμωνος Ἰσκαριώτης τὸν διδάσκαλον«· κατὰ δὲ τὰ νῦν ἐξεταζόμενα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον. διόπερ καὶ ἡμεῖς φυλαττώμεθα, μήποτε ὁ διάβολος βάλῃ εἰς τὴν καρδίαν ἡμῶν ὁτιποτοῦν τῶν πεπυρωμένων αὐτοῦ βελῶν· ἐὰν γὰρ βάλῃ, ἐπιτηρεῖ μετὰ τοῦτο καὶ αὐτὸς εἰσελθεῖν. ζητήσαι δ’ ἄν τις, διὰ τί οὐ γέγραπται· ›ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ δώσω τὸ ψωμίον‹, ἀλλὰ μετὰ προσθήκης τῆς »βάψω«· »Βάψω, γάρ φησι, τὸ ψωμίον καὶ δώσω«.