Ancient Greek · ~6 min
32.234 to 32.239
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.234-239
Not analysed yet
ὡς γὰρ ἐκεῖνος ἐν θεότητι τυγχάνων πέπτωκεν, οὕτω καὶ πρὸς οὓς ὁ λόγος φησὶ τὸ »Ἐγὼ »εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες«, ἀποπεσόντες τῆς μακαριότητος, οὐ προηγουμένως ὄντες ἄνθρωποι, ὡς ἄνθρωποι ἀποθνήσκουσιν καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτουσιν. νομίζω δὲ καὶ θαυμαστικῶς εἰρῆσθαι τοιούτῳ νῷ τὸ λεγόμενον· ὁ παραδώσων με οὐκ ἀλλότριος τῶν ἐμῶν μαθητῶν ἐστιν, ἀλλ’ οὐδὲ εἷς τῶν πολλῶν μαθητῶν, ἀλλὰ εἷς τῶν ἐν ἐκλογῇ μοι τετιμημένων ἀποστόλων. πολλοὶ μὲν οὖν, καταψηφιζόμενοι τοῦ Ἰησοῦ, φασίν· »Σταύρου, »σταύρου αὐτόν« καὶ »Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον«. τὸ δὲ παραδοῦναι αὐτὸν ἔργον ἦν ἑωρακότος καὶ νενοηκότος αὐτόν· διδάσκαλον γὰρ αὐτὸν ἐπιστάμενος τῶν τηλικῶνδε καὶ τοσῶνδε μαθημάτων, ἃ κατ’ ἰδίαν μετὰ τῶν ἀποστόλων ἤκουσεν, καὶ κύριον αὐτὸν εἰδώς, παραδιδοὺς αὐτόν, ὃ ἔγνω μέγεθος αὐτοῦ παρέδωκεν, οὐκ ἂν ποιήσαντος τοῦτό τινος τὸ μέγεθος αὐτοῦ μὴ τεθεωρηκότος. τὸν μὲν γὰρ μέγαν παραδέδωκεν, οὐ καθ’ ὃ μέγας ἐστίν, ἐπεὶ μὴ εἶδεν καθ’ ὃ μέγας ἐστίν· ὁ δὲ καὶ μαθὼν πῶς μέγας ἦν καὶ ἀκροατὴς γενόμενος τοῦ μεγέθους τῆς ἐν αὐτῷ σοφίας καὶ λόγου καὶ χάριτος καὶ προδοὺς αὐτόν, προέδωκεν ὅλον καθ’ ὃ εἶδεν μέγεθος. διὰ τοῦτο συνέφερεν αὐτῷ εἰ μὴ ἐγεννήθη, εἴτε τὴν τῆς παλιγγενε|σίας γένεσιν, ὡς ἂν βαθύτερόν τις ἀκούσαι, εἴτε καὶ τὴν κοινότερον νοουμένην· περὶ ἧς ὁ πραγμάτων ἑαυτὸν ἀπαλλάττειν θέλων, καὶ ζητήσας ὅτι ᾧ συμφέρει, ὄντι συμφέρει, καὶ ὑπονοήσας ὅτι οὐκ ἂν μὴ ὄντι αὐτῷ συνέφερεν, ἐπὶ τὴν δευτέραν κατελθὼν διήγησιν, ἐκείνην μᾶλλον παραδέξεται.