Ancient Greek · ~1 min
Book 32, XIII, 22. Ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.240
Not analysed yet
(12) Εἰ μὲν προφανὴς ἦν τοῖς Ἰησοῦ μαθηταῖς ἡ τοῦ Ἰούδα κακία, κἂν ἔγνωστο, εἰπόντος τοῦ σωτῆρος ὅτι »Εἷς ἐξ ὑμῶν »παραδώσει με«, τίς ἦν ὁ παραδώσων τὸν διδάσκαλον. νυνὶ δὲ βλέπουσιν »εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει«.