Ancient Greek · ~3 min
Book 32, XIII, 2. Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.24
Not analysed yet
ἐπὶ μὲν οὖν τοῦ Ἰούδα γέγραπται τὸ »Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ »αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης«· τούτῳ δὲ ἀκολούθως λέγοις ἂν περὶ ἑκάστου τῶν ὑπὸ τοῦ διαβόλου εἰς τὴν καρδίαν τετρωμένων· τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα πορνεύσηται, τοῦ δεῖνα, καὶ ἵνα ἀποστερήσῃ, τοῦ δεῖνα, καὶ ἵνα δοξομανῶν εἰδωλο λατρείαν ἀναδέξηται τὴν τῶν δοκούντων εἶναι ἐπ’ ἀξιώματος, τοῦ δεῖνα, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων ἅπερ ὁ διάβολος βάλλει εἰς τὴν γυμνὴν τοῦ θυρεοῦ τῆς πίστεως καρδίαν· ἐν ᾧ θυρεῷ πίστεως δύναταί τις οὐχ ἓν οὐδὲ δύο ἀλλὰ καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι.