Ancient Greek · ~5 min
32.3.25 to 32.3.28
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.3.25-28
Not analysed yet
Ἐγγιζούσης τοίνυν τῆς κατὰ τὸ πάθος οἰκονομίας, ἐφ’ ὃ ἔμελλεν αὐτὸν παραδιδόναι Ἰούδας Σίμωνος Ἰσκαριώτης τετρωμένος ὑπὸ τοῦ διαβόλου, δείπνου ἤδη γινομένου· »Εἰδώς, φησίν, ὁ Ἰησοῦς, »ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ »ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου«. οὐκοῦν τὰ μὴ πρότερον ὄντα ἐν ταῖς χερσὶν τοῦ Ἰησοῦ δίδοται ὑπὸ τοῦ πατρὸς εἰς τὰς χεῖρας αὐτοῦ, καὶ οὐ τινὰ μὲν τινὰ δ’ οὔ, ἀλλὰ πάντα· ὅπερ πνεύματι καὶ ὁ Δαβὶδ βλέπων φησὶ τὸ »Εἶπεν ὁ κύριος »τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου »ὑποπόδιον τῶν ποδῶν σου«. καὶ γὰρ οἱ ἐχθροὶ τοῦ Ἰησοῦ μέρος τι τῶν πάντων ἦσαν οὓς ᾔδει, ὅσον ἐπὶ τῇ προγνώσει, δεδόσθαι ἀπὸ τοῦ πατρὸς αὐτῷ ὁ Ἰησοῦς. ἵνα δὲ σαφέστερον θεωρήσωμεν τί ἔστιν τὸ »Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας«, προσχῶμεν τῷ »Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως »καὶ ἐν τῷ †κυρίῳ πάντες ζωοποιηθήσονται«. ἀλλ’ εἰ καὶ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, οὐ συγχεῖται ἡ δικαιοσύνῃ τοῦ θεοῦ καὶ τὸ κατ’ ἀξίαν ἕκαστον οἰκονομεῖσθαι· ὅπερ δηλοῦται ἐπιφερομένου τῷ »Οὕ»τως ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται« τοῦ »Ἕκαστος δὲ ἐν »τῷ ἰδίῳ τάγματι«.