Ancient Greek
Book 32, XIII, 22. Ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.241
Not analysed yet
καὶ γὰρ Ἰούδας τάχα μὲν ἐκ προτέρων χρηστοτέρων ἐδυσώπει τοὺς ἀποστόλους πρὸς τὸ μηδὲν ὑπονοῆσαι περὶ αὐτοῦ φαῦλον· τάχα δὲ καὶ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, οὐκ ἦν τῆς πονηρίας ἐξ ὅλων· λείμματος γὰρ προαιρέσεως ἀγαθῆς ὑπάρχοντος ἐν αὐτῷ, ἰδὼν ὅτι κατεκρίθη, ἡνίκα »δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ »τῷ ἡγεμόνι«, »μεταμεληθεὶς ἔστρεφεν τὰ τριάκοντα ἀργύρια τοῖς »ἀρχιερεῦσι καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον«· ὅτε εἰπόντων αὐτῶν· »Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ«· ῥίψας ὁ φιλάργυρος Ἰούδας τὰ ἀργύρια »ἀπελθὼν ἀπήγξατο«, μηδὲ περιμείνας ἰδεῖν τοῦ περὶ τὸν Ἰησοῦν παρὰ τῷ Πιλάτῳ κρίματος τὸ τέλος.