Ancient Greek
32.26.331 to 32.26.333
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.26.331-333
Not analysed yet
καὶ οὐκ ἠδυνάσθη’ »Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν »ἐπ’ αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή«. καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοῦτο ἀναγεγραμμένον τοῦτον τὸν τρόπον· »Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη »ἔπλησεν τὸν οἶκον κυρίου. καὶ οὐκ ἐδύναντο οἱ ἱερεῖς στῆναι »λειτουργίαν ἐνώπιον τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον«.